Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.45 Dem. 10.49 (English) >>Dem. 10.52

10.47ἐκ δὲ τούτων παρελθὼν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς ὑμῖν τετάχθαι προσῆκεν ἕτερος, οὗτος εὐδαίμων καὶ μέγας καὶ πολλῶν κύριος γέγονεν, εἰκότως· πρᾶγμα γὰρ ἔντιμον καὶ μέγα καὶ λαμπρόν, καὶ περὶ οὗ πάντα τὸν χρόνον αἱ μέγισται τῶν πόλεων πρὸς αὑτὰς διεφέροντο, Λακεδαιμονίων μὲν ἠτυχηκότων, Θηβαίων δʼ ἀσχόλων διὰ τὸν Φωκικὸν πόλεμον γενομένων, ἡμῶν δʼ ἀμελούντων, ἔρημον ἀνείλετο. 10.48τοιγάρτοι τὸ μὲν φοβεῖσθαι τοῖς ἄλλοις, τὸ δὲ συμμάχους πολλοὺς ἔχειν καὶ δύναμιν μεγάλην ἐκείνῳ περιγέγονε, καὶ τοσαῦτα πράγματα καὶ τοιαῦτʼ ἤδη περιέστηκε τοὺς Ἕλληνας ἅπαντας, ὥστε μηδʼ τι χρὴ συμβουλεύειν εὔπορον εἶναι.

10.49ὄντων δʼ, ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν, ὡς ἐγὼ κρίνω, φοβερῶν, οὐδένες ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν, οὐ μόνον τῷ μάλισθʼ ὑμῖν ἐπιβουλεύειν Φίλιππον, ἀλλὰ καὶ τῷ πάντων ἀργότατʼ αὐτοὶ διακεῖσθαι. εἰ τοίνυν τὸ τῶν ὠνίων πλῆθος ὁρῶντες καὶ τὴν εὐετηρίαν τὴν κατὰ τὴν ἀγοράν, τούτοις κεκήλησθʼ ὡς ἐν οὐδενὶ δεινῷ τῆς πόλεως οὔσης, οὔτε προσηκόντως οὔτʼ ὀρθῶς τὸ πρᾶγμα κρίνετε· 10.50ἀγορὰν μὲν γὰρ ἄν τις καὶ πανήγυριν ἐκ τούτων φαύλως καλῶς παρεσκευάσθαι κρίνοι· πόλιν δʼ ἣν ὑπείληφεν, ὃς ἂν τῶν Ἑλλήνων ἄρχειν ἀεὶ βούληται, μόνην ἂν ἐναντιωθῆναι καὶ τῆς πάντων ἐλευθερίας προστῆναι, οὐ μὰ Δίʼ ἐκ τῶν ὠνίων, εἰ καλῶς ἔχει, δοκιμάζειν δεῖ, ἀλλʼ εἰ συμμάχων εὐνοίᾳ πιστεύει, εἰ τοῖς ὅπλοις ἰσχύει, ταῦθʼ ὑπὲρ τῆς πόλεως δεῖ σκοπεῖν· σφαλερῶς ὑμῖν καὶοὐδαμῶς ἅπαντʼἔχει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.45 Dem. 10.49 (English) >>Dem. 10.52

Powered by PhiloLogic